Ὦ ἄνα, Λητοῦς υἱέ, Διὸς τέκος, οὔποτε σεῖο λήσομαι ἀρχόμενος οὐδ´ ἀποπαυόμενος, ἀλλ´ αἰεὶ πρῶτόν τε καὶ ὕστατον ἔν τε μέσοισιν ἀείσω· σὺ δέ μοι κλῦθι καὶ ἐσθλὰ δίδου.